Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.103.1 | Hdt. 2.104.4 (English) | >>Hdt. 2.106.2 |
2.104.2 νομίζειν δʼ ἔφασαν οἱ Αἰγύπτιοι τῆς Σεσώστριος στρατιῆς εἶναι τοὺς Κόλχους . αὐτὸς δὲ εἴκασα τῇδε , καὶ ὅτι μελάγχροες εἰσὶ καὶ οὐλότριχες . καὶ τοῦτο μὲν ἐς οὐδὲν ἀνήκει · εἰσὶ γὰρ καὶ ἕτεροι τοιοῦτοι · ἀλλὰ τοισίδε καὶ μᾶλλον , ὅτι μοῦνοι πάντων ἀνθρώπων Κόλχοι καὶ Αἰγύπτιοι καὶ Αἰθίοπες περιτάμνονται ἀπʼ ἀρχῆς τὰ αἰδοῖα .
2.104.3 Φοίνικες δὲ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ καὶ αὐτοὶ ὁμολογέουσι παρʼ Αἰγυπτίων μεμαθηκέναι , Σύριοι δὲ οἱ περὶ Θερμώδοντα καὶ Παρθένιον ποταμὸν καὶ Μάκρωνες οἱ τούτοισι ἀστυγείτονες ἐόντες ἀπὸ Κόλχων φασὶ νεωστὶ μεμαθηκέναι . οὗτοι γὰρ εἰσὶ οἱ περιταμνόμενοι ἀνθρώπων μοῦνοι , καὶ οὗτοι Αἰγυπτίοισι φαίνονται ποιεῦντες κατὰ ταὐτά .
2.104.4 αὐτῶν δὲ Αἰγυπτίων καὶ Αἰθιόπων οὐκ ἔχω εἰπεῖν ὁκότεροι παρὰ τῶν ἑτέρων ἐξέμαθον · ἀρχαῖον γὰρ δή τι φαίνεται ἐόν . ὡς δὲ ἐπιμισγόμενοι Αἰγύπτῳ ἐξέμαθον , μέγα μοι καὶ τόδε τεκμήριον γίνεται · Φοινίκων ὁκόσοι τῇ Ἑλλάδι ἐπιμίσγονται , οὐκέτι Αἰγυπτίους μιμέονται κατὰ τὰ αἰδοῖα . ἀλλὰ τῶν ἐπιγινομένων οὐ περιτάμνουσι τὰ αἰδοῖα .
ch. 105
2.105.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.103.1 | Hdt. 2.104.4 (English) | >>Hdt. 2.106.2 |